TLG 2151 002 :: PRAXAGORAS :: Fragmentum

PRAXAGORAS Hist.
(Atheniensis: A.D. 4)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 2–3.

Fr. 1

Citation: Fragment — (line)

1

Photius cod. 62.: Ἀνεγνώσθη Πραξαγόρου τοῦ Ἀθηναίου τῆς κατὰ τὸν μέγαν Κωνσταντῖνον ἱστορίας βιβλία δύο. Ἐν οἷς λόγοις διέξεισιν, ὅτι ὁ πατὴρ Κων‐
5σταντίνου Κωνστάντιος Βρετανίας ἐβασίλευσε, Μαξι‐ μῖνος δὲ τῆς Ῥώμης καὶ τῆς ἄλλης Ἰταλίας καὶ Σικελίας, ὁ δὲ ἕτερος Μαξιμῖνος τῆς τε Ἑλλάδος καὶ τῆς κάτω Ἀσίας καὶ Θρᾴκης. Διοκλητιανὸς δὲ, ὁ καὶ τῶν ἄλλων πρεσβύτατος, τῆς τε Βιθυνίας ἦρχε καὶ τῆς
10Ἀραβίας καὶ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου, ὅσην ὁ Νεῖ‐ λος ἐπερχόμενος ἄρδει. Τὸν οὖν Κωνσταντῖνον ὁ πατὴρ πέμπει παρὰ Διοκλητιανὸν εἰς Νικομήδειαν παιδευθη‐ σόμενον. Παρὼν δὲ, φησὶ, Μαξιμῖνος, ὁ τῆς κάτω Ἀσίας βασιλεύων, εἰς ἐπιβουλὰς ὥρμησε τοῦ νέου· καὶ
15πρὸς μάχην λέοντι ἀγρίῳ καθίστησι τὸν νεανίαν. Ὁ δὲ τὸ μὲν θηρίον κρατήσας ἀνεῖλε, τῆς δὲ ἐπιβουλῆς αἰ‐ σθόμενος φεύγει πρὸς τὸν πατέρα· οὗ τὸν βίον λιπόν‐ τος, ὁ παῖς ἐκδέχεται τὴν βασιλείαν. Ταύτης δὲ ἐπιβὰς, Κελτοὺς καὶ Γερμανοὺς, ἔθνη πρόσοικα καὶ βάρβαρα,
20κατεστρέψατο. Ἀσελγῶς δὲ καὶ βαρέως τῶν ὑπη‐ κόων ἄρχειν Μαξέντιον μαθών (οὗτος δ’ ἄρ’ ἦν μετὰ Μαξιμῖνον τῶν ἐν Ῥώμῃ καταστὰς κύριος), ἐστρά‐ τευσεν ἐπ’ αὐτὸν, δίκας τῆς εἰς τοὺς ἀρχομένους πα‐ ρανομίας πραττόμενος. Καὶ μάχῃ νικήσας ἐς φυγὴν
25ἔτρεψε. Φευγὼν δὲ, ἣν τοῖς πολεμίοις αὐτὸς ἐδολορ‐ ράφει μηχανὴν, ταύτην εὕρατο τοῦ βίου καταστροφὴν, τῇ παρ’ αὐτοῦ κατασκευασθείσῃ διώρυγι περιπεσών. Τὴν μέντοι τούτου κεφαλήν τινες τῶν Ῥωμαίων ἀπο‐ τεμόντες καὶ ξύλῳ ἀρτήσαντες τὴν πόλιν περιεπό‐
30λευον. Κωνσταντίνῳ δὲ καὶ ἥδε ἡ βασιλεία προ‐ θύμως καὶ χαίρουσα προσεχώρησεν. Ἐπεὶ δὲ καὶ Λικίνιον ὠμῶς καὶ ἀπανθρώπως τοῖς ὑπηκόοις ἀποκε‐ χρημένον ἐπυνθάνετο (οὗτος δὲ τῆς μοίρας ἐκείνης ἐβα‐ σίλευσεν, ἧς Μαξιμῖνος ὁ τὴν ἐπιβουλὴν Κωνσταντίνῳ
35διὰ τοῦ λέοντος προσενεγκὼν ἐπεστάτει, αὐτοῦ τὸν βίον λιπόντος), οὐκ ἐνεγκὼν ὁμοφύλων ὕβριν ἀφόρητον, ἐστράτευεν ἐπ’ αὐτὸν, τῆς τυραννίδος αὐτὸν εἰς τὸ βα‐ σιλικῶς ἄρχειν μεταστησόμενος. Λικίνιος δὲ τὴν τοῦ βασιλέως ἐπιστρατείαν ἀκούσας καὶ δείσας, ἔκρυπτέ
40τε τὴν ὠμότητα φιλανθρωπίας προσχήματι, καὶ ὅρ‐ κους ὑπέτεινεν, ἀγαθόν τε ἑαυτὸν τοῖς ὑπὸ χεῖρα πα‐ ρασχέσθαι, καὶ ἃς ἔθετο σπονδὰς συντηρεῖν ἀπαραβά‐ τους. Διὸ τότε μὲν ὁ βασιλεὺς ἀπέστη τοῦ πολεμεῖν· ὕστερον δὲ, ἐπεὶ κακία ἠρεμεῖν οὐχ οἵα τέ ἐστι, καὶ
45τῶν ὅρκων ἠφειδηκότα καὶ ἐς πᾶν κακότητος ἐληλα‐ κότα καταπολεμήσας μάχαις κρατεραῖς, καὶ ἐν τῇ Νι‐ κομηδείᾳ συγκλείσας ἐπολιόρκει. Κἀκεῖθεν ἐν ἱκέτου πρὸς βασιλέα καταφυγόντα σχήματι κατέλιπεν ἡ βα‐ σιλεία. Καὶ συνέβη τὸν μέγαν Κωνσταντῖνον, τῆς με‐

1

(50)

γάλης ἀρχῆς τὸν ἄξιον ἐπιζητούσης, εἰς ἑαυτὸν τὰς εἰρημένας βασιλείας ἐπισπάσασθαι. Τῆς τε γὰρ πα‐ τρῴας κληρονόμος ἐγένετο καὶ τῆς Ῥωμαίων, καταλύσας Μαξιμῖνον (l. Μαξέντιον), Ἑλλάδος τε καὶ Μακεδο‐ νίας καὶ τῆς κατὰ Ἀσίας, παραλύσας τῆς ἀρχῆς τὸν ῥη‐2
55θέντα Λικίνιον· οὐ μὴν ἀλλὰ καὶ τῆς ἄλλης μοίρας, ἧς ἦρχε Διοκλητιανὸς, αὐτὸς ἀνεδήσατο τὸ κράτος. Ὁ γὰρ Λικίνιος καὶ ταύτην εἶχεν ὑφ’ ἑαυτὸν, Μαξιμίνου πο‐ λέμου νόμῳ ἀφελὼν, ὃς Διοκλητιανοῦ διάδοχος ἐγεγό‐ νει. Κρατυνάμενος οὖν καὶ μίαν δείξας τὴν σύμπασαν
60βασιλείαν, κτίζει τὸ Βυζάντιον ἐπώνυμον ἑαυτῷ. Φησὶν οὖν ὁ Πραξαγόρας, καίτοι τὴν θρησκείαν Ἕλλην ὢν, ὅτι πάσῃ ἀρετῇ καὶ καλοκἀγαθίᾳ καὶ παντὶ εὐτυχήματι πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας ὁ βασιλεὺς Κωνσταντῖνος ἀπεκρύψατο. Ἐν οἷς αὐτοῦ καὶ οἱ δύο
65συμπεραιοῦνται λόγοι. Ἔτος δὲ τῆς ἡλικίας ἦγε δεύτερον καὶ εἰκοστὸν Πραξα‐ γόρας, ὡς αὐτός φησιν, ὅτε ταῦτα συνέγραφε. Συνεγρά‐ ψατο δὲ ὁ αὐτὸς καὶ ἕτερα βιβλία δύο Περὶ τῶν Ἀθήνησι βασιλευσάντων, ἔτος ἀνύων ἐννεακαιδέκατον. Συνέταξε
70δὲ καὶ ἕτερα βιβλία ἓξ Εἰς τὸν τῶν Μακεδόνων βασιλέα Ἀλέξανδρον, τριακοστὸν πρῶτον ἐλαύνων ἐνιαυτόν. Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἡδὺς, ὀλίγον δὲ τοῦ
δέοντος ἀτονώτερος. Κέχρηται δὲ Ἰωνικῇ διαλέκτῳ.3